Ancient Greek
P.Cair. Masp. 1 67121
Documentary Papyri, P.Cair. Masp. 1 67121
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ὀγδόου, Θῶθ ὀκτωκαιδεκάτῃ τῆς παρούσης ἑβδόμης ἰνδικτίονος. Αὐρήλιος Ἰσάκος υἱὸς Ἰωάννου, μητρὸς Κύρας, ἰατρὸς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίᾳ Τετρομπίᾳ θυγατρὶ Ἰωάννου, νῦν δὲ ἐμῇ γαμετῇ, ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν. ἐπειδήπερ Ἰσάκος μὲν σὲ εἰς γάμου κοινωνίαν ἐπὶ χρησταῖς τοῦ βίου ἐλπίσι καὶ τέκνων σπορᾷ ἔλαβον, οἰόμενος τὸν βίον μου εἰρηνικὸν ἐκτελέσαι· νυνὶ πονηροῦ δαίμωνος φθονήσαντος τῷ ἡμετέρῳ συνοικεσίῳ, ἀλλήλων ἀπεζεύχθημεν ὥστε ἕκαστος καὶ ἑκάστη ἡμῶν συναφθῆναι ἑτέρῳ γάμῳ καὶ ἑτέρῳ ἀνδρὶ ἢ εἰς μοναστήριον ἀνελθεῖν ἢ εἰς μονήρη βίον ἑλέσθαι, μηδενὸς κωλύοντος, διὰ τὸ ἡμᾶς ἐξηλλάχθαι μήτε ἐνάξαι ἀλλήλοις μήτε περὶ σκευῶν εἰσενεχθέντων εἰς τὸν γάμον μήτε περὶ προικὸς μήτε περὶ ἕδνων τῶν ἀποταχθέντων …μήτε περὶ ἀναλωμάτων ἐν καιρῷ γάμου μήτε ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίου, διὰ τοῦτο ἐλήλυθα εἰς ταύτην τὴν περίλυσιν, διʼ ἣν ὁμολογῶ μηδένα λόγον ἔχειν πρὸς σὲ περὶ οἵου δήποτε πράγματος. ἡ περίλυσις κυρία ἔσται καὶ βεβαία. καὶ ἐπερωτηθεὶς ὡμολόγησα τῇ περιλύσει. δῆλον ὅτι κυρίων ὄντων καὶ βεβαίων τῶν πρώην γεγενημένων παρά μου ἐγγράφου συναλλαγμάτων, καὶ τῆς γεγενημένης μοι παρὰ σοῦ ἐγγράφου παρ… λόγῳ ἕδνων κατὰ τὴν δύναμιν αὐτῆς. καὶ ἐπὶ τούτοις πᾶσι ὡμολόγησα. Αὐρήλιος Ἰσάκιος Ἰωάννου ὁ προκείμενος ἐθέμην ταύτην τὴν περίλυσιν καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται Αὐρήλιος Κωμάσιος Φοιβάμμωνος μαρτυρῶ ταύτην τὴν περίλυσιν ἀκούσας παρὰ τοῦ θεμένου Ψει… Ἀβρααμίου μαρτυρῶ ὡς πρόκειται Αὐρήλιος Φὶβ Ἰσακίου μαρτυρῶ ταύτην τὴν περίλυσιν ἀκούσας παρὰ τοῦ θεμένου ἐγράφη διʼ ἐμοῦ Ἀνουφίου σὺν Θεῷ ταβελλίωνος …ρω… ῥεπούδιον γενόμενον παρὰ Ἰσάκου Ἰωάννου ἰατροῦ πρὸς Τετρομπίαν, γαμετὴν αὐτοῦ