Ancient Greek
P.Cair. Masp. 2 67130
Documentary Papyri, P.Cair. Masp. 2 67130
Not analysed yet
χμγ μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους πεντεκαιδεκάτου, Φαμενὼθ νεομηνίᾳ πέμπτης ἰνδικτίονος. Φλαυίῳ Διοσκόρῳ υἱῷ Ἀπολλῶτος, θαυμασιωτάτῳ κτήτορι ὁρμωμένῳ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Μουσαίου, ἐκ πατρὸς Καλλινίκου, ἐκ μητρὸς Ἑλένης, διακόνου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης, χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Μουσαῖος Καλλινίκου διάκονος διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ὀφείλειν ὑμῖν καὶ χρεωστεῖν …