Ancient Greek
P.Cair. Masp. 2 67133
Documentary Papyri, P.Cair. Masp. 2 67133
Not analysed yet
τὸ εὐαγὲς μοναστήριον Ἄπα Σουροῦτος, διʼ ἐμοῦ Ἀμμωνίου μονάζοντος καὶ ναύτου, Φλαυίῳ Διοσκόρῳ τῷ εὐδοκιμωτάτῳ χαίρειν. ἐδεξάμην παρὰ τῆς σῆς εὐδοκιμότητος ἐξ ἐπιτροπῆς τοῦ προεστῶτος Αὐρηλίου Κύρου Ἀρτεμιδώρου, ἀπὸ τῶν ἐκφορίων τοῦ ὑπὸ σὲ γεωργίου καλουμένου Κερδαλεοῦτος, ἀπὸ γενήματος τῆς παρούσης ἕκτης ἰνδικτίονος, σίτου καθαροῦ ἀρτάβας ἐνενήκοντα δύο μέτρῳ φορικῷ τοῦ ἁγίου μοναστηρίου· γίνονται σίτου ἀρτάβαι ϙβ. καὶ ἐξέδωκα τὸ ἐντάγιον ὡς πρόκειται Ἐπεὶφ κα τῆς αὐτῆς ἰνδικτίονος ἕκτης Ἀμμώνιος …ε στοιχεῖ. Ἰερημίας νομικὸς μαρτυρῶ ὁ καὶ σωματίσας ἔγραψα ἐντάγιον τῶν τοῦ σίτου καθαροῦ ἀρταβῶν ϙβ ὑπὲρ ἐκφορίων …