Ancient Greek
P.Cair. Masp. 2 67136
Documentary Papyri, P.Cair. Masp. 2 67136
Not analysed yet
……ἐδεξάμην καὶ πεπλήρωμαι παρʼ ὑμῶν τὴν κατὰ συνήθειαν διδομένην κατὰ τὸ ἔθος, κανόνος πρώτης ἰνδικτίονος, εἰς τὸν λόγον τοῦ ἀρχοντικοῦ πολυκώπου, τοῦτʼ ἔστιν χρυσοῦ νομισμάτιον ἓν τέταρτον παρὰ κεράτια δύο τέταρτον χρυσοχοϊκῷ. καὶ εἰς ὑμῶν ἀσφάλειαν ἐξέδωκα τὴν πληρωτικὴν ἀποχὴν ὡς πρόκειται. Ἐπεὶφ κϛ τῆς αὐτῆς πρώτης ἰνδικτίονος. παρὰ τῶν πολυκωπιτῶν διʼ ἐμοῦ Ψαΐου ἀπαιτητοῦ· ὁ προκείμενος ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Καλλίνικος Βίκτορος, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. ἀποχὴ πολυκώπου