Ancient Greek
67151dupl.ctr.1 to 67151dupl.ms.43
Documentary Papyri, P.Cair. Masp. 2 67151dupl.ctr.1-67151dupl.ms.43
Not analysed yet
Φλαουίου Βίκτορος ἐνδοξοτάτου κόμετος καὶ πατρικίου διασημοτάτου διὰ Δωροθέου ἐνδοξοτάτου στρατηλάτου καὶ ταβουλαρίου κ …ν ἰνδικτίονος θ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πέμπτου, Ἁθὺρ τοῦ μηνὸς ἐννεακαιδεκάτῃ τῆς παρούσης τετάρτης ἐπινεμήσεως. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Φλάυϊος Φοιβάμμων, ὁ υἱὸς τοῦ τῆς μακαρίας μνήμης Εὐπρεπείου τοῦ ἀπογενομένου ἀρχιϊάτρου, ὁρμώμενος ἀπὸ ταύτης τῆς καλλιπόλεως Ἀντινοέων, ἑξῆς ὑπογράφων ἰδίοις αὐτοῦ γράμμασι, τὴν παροῦσαν τίθημι καὶ ποιοῦμαι δικαίαν καὶ ἔννομον διαθηκιμαίαν βούλησιν, ἐν τάξει τελευταίας ἐγγράφου διατυπώσεως, ἀσήμαντρον οὖσαν καὶ ἀνυποσφράγιδα διὰ τὸ τῆς μετριοσύνης ἡμῶν ἐξασθενοῦς ἀπορίας καὶ ἐλαχίστης ἡμῶν περιουσίας σπανώτερον καὶ ψιλότερον, τοῦ δύνασθαι τοὺς ἐμοὺς κληρονόμους ὅτε δή ποτε βούλωνται ἐμφανῆ ποιῆσαι τὴν αὐτῆς δύναμιν, γνῶναί τε ἀναμφισβητήτως καὶ ἀμάχως τό τί περιέχει ἔκ τε κεφαλαίου μέρους αὐτῆς καὶ ψιλοῦ λόγου τὸ καθάπαξ ἐπὶ τοῖς ἐφεξῆς λόγοις. πέρας μὲν πάντων καὶ βροτησίου γένους ὁ θάνατος, καὶ τοῦτον ἀδύνατόν ἐστιν ἐκφυγεῖν παντελῶς, τοῖς δὲ καλῶς φρονοῦσι τοῦτο προμαθεῖν καὶ εὐλαβεῖσθαι πάντων εὐτυχέστερον. ἐγὼ τοιγαροῦν ὁ προονομασθεὶς Φοιβάμμων Εὐπρεπείου ἀρχιιάτρου, ἀναγκαίως τὰ κατʼ ἐμαυτὸν διανοηθεὶς, ἐσκόπησα πάντα τὰ κατʼ ἐμὲ πράγματα πρὸ θανάτου διατυπῶσαι κατὰ τὸ προσῆκον ὀρθῷ καὶ ἀγαθῷ συνειδότι καὶ δικαίῳ σκοπῷ καὶ ἀκριβεῖ λογισμῷ, ἐφʼ ὅσον ἐν τοῖς ζῶσι τυγχάνω, ἀκολούθως τοῖς συγκεχωρημένοις ἅπασι ἀπὸ θείων νόμων τοῖς τὰ ἴδια φρονοῦσιν μετʼ ἀδείας πάσης καὶ ἐξουσίας καὶ αὐθεντείας διαθέσθαι τοῖς ἑαυτῶν φίλοις τέκνοις, καὶ μὴ τούτοις μετὰ θάνατον ἀμφισβήτησιν καταλείπειν. τούτου τοῦ τρόπου, καθʼ ὅσον ζῶ καὶ ὑγιαίνω καὶ ἐπʼ ἀγορᾶς βαδίζω τὰ συνήθη πράττων, σώφρονί τε λογισμῷ καὶ σκοπῷ δικαίῳ καὶ ἀγαθῷ συνειδότι καὶ ἀκριβεῖ διανοίᾳ καὶ ἐρρωμένῃ διαθέσει, εἰς ταύτην τὴν ἔγγραφον διαθηκιμαίαν βούλησιν ἐλήλυθα, νοῶν, φρονῶν, λογισμοὺς καὶ φρένας ἀπαθεῖς διασώσων, καὶ ὑγιὲς ἔχων ὡς προεῖπον τὸ σῶμα μου σὺν εὐμενείᾳ τοῦ πανκρείττονος δεσπότου τῶν ὅλων Θεοῦ παντοκράτορος, εὐλαβούμενος μὴ ἐξαίφνης ὑπαναχωρῆσαί με τῶν τῇδε ἀδιαθέτως πραγμάτων πρὶν οὕτω πρότερον διαθῶμαι καὶ διατυπώσω τὰ κατʼ ἐμαυτὸν παντοῖά μου ἐλάχιστα πράγματα, τά τε ἐν ἀγρῷ ὄντα μοι ἐκ διαφόρων τόπων γονικῶν τε κληρονομιαίων μου καὶ ἰδιοκτήτων, καὶ τὰ ἐν τῇδε τῇ πόλει Ἀντινόου καὶ ἀφʼ ἑκασταχοῦ τόπου. ἀκολούθως τοῖς θειώδως συγχωρητέοις ἅπασι θνητοῖς περιοῦσι πρᾶξαι, τὴν παροῦσαν κατεθέμην διαθηκιμαίαν