Ancient Greek
67151dupl.ms.86 to 67151dupl.ms.129
Documentary Papyri, P.Cair. Masp. 2 67151dupl.ms.86-129
Not analysed yet
ἀνεγκλήτως ἐπάναγκες, ἐπέκεινα δὲ ὀρθῶς αὐτοὺς κληρονομῆσαι, ὡς ἔφην, πάντων τῶν ὄντων μοι παντοίων καὶ ὑπʼ ἐμοῦ καταλειφθησομένων πραγμάτων ἐξ ἰσορρόπου μοίρας, κατὰ κεφαλικὴν μερίδα ἀναλογοῦσαν ἐξ ἴσου ἔκ τε κινητῶν καὶ ἀκινήτων καὶ αὐτοκινήτων πραγμάτων, πάσης ἐνοχῆς καὶ ἀγωγῆς, ἐν παντὶ εἴδει καὶ γένει καὶ πάσῃ ὕλῃ καὶ ποιότητι καὶ ποσότητι, ἀπὸ πολυτελοῦς εἴδους μέχρι εὐτελοῦς καὶ ξυλικοῦ καὶ ὀστρακίνου καὶ ὑαλίνου καὶ ἀσσαρίου ἑνὸς καὶ ὀβολοῦ καὶ λεπτοῦ, ἁπαξαπλῶς πάσης λήψεως καὶ δόσεως ὑπὲρ ἐμοῦ· καὶ εἴ τι εὐλόγως χρεωστῶ ἢ ὡς εἰπεῖν ἔπος χρεωστούμενος, ἀποδοῦναι τούτους καὶ ἀπολαμβάνειν ἀμειώτως πάλιν ἐξ ἴσης μοίρας. βούλομαι δὲ τοὺς ἐμοὺς υἱοὺς καὶ κληρονόμους τοὺς προαφηγηθέντας κληρονομεῖν πάντα τὰ ἐμὰ ὡς προεῖπον, παρὲξ ὧν ἑξῆς διατάσσω καὶ ὁρίζω ἐν τῇ παρούσῃ μου διαθηκιμαίᾳ βουλήσει. βούλομαι οὖν καὶ κελεύω τὸ εὐαγὲς καὶ πάνσεπτον μοναστήριον τὸ καλούμενον Ἄπα Ἱερημίου τοῦ ἐν ὁσίοις τῇ μνήμῃ, μετὰ τὴν ἐμὴν ὡσαύτως τελευτήν, ἐπʼ αὐθεντείας πάσης καὶ ἐξουσίας παραλαβεῖν εὐθέως μίαν καθαρὰν ἀμπελοφορίμου γῆς ἄρουραν ἐκ πλήρους ἀπὸ ἑξήκοντα τεσσάρων ἁμμάτων, μεμετρημένην τῷ δημοσίῳ σχοινίῳ, ἀτελοῦς καὶ ἀνυποτελοῦς γῆς, ἀποκρινομένην ἐκ τῶν ὅλων περιελθόντων εἰς ἐμὲ ἀμπελικῶν χωρίων ἀπὸ διαδοχῆς καὶ κληρονομίας τοῦ ἐμοῦ πατρὸς καὶ ἐν μακαρίοις τῇ μνήμῃ Εὐπρεπείου ἀρχιιάτρου, διακειμένων ἐπὶ κώμης Ἰβιῶνος Ἐσεμβύθεως τοῦ Ἑρμουπολίτου νομοῦ, ὑπὸ τὴν παραφυλακὴν ὄντων τῆς αὐτῆς, ἐξ ἀπηλιώτου ταύτης, κατὰ τὰς ἀγρογειτνίας, ἀφʼ οὗ βούλεται τόπου καὶ ἀκρογώνου τῶν αὐτῶν ἀμπελώνων ἐκ τετραέντου κυκλόθεν, μετὰ παντὸς τοῦ ἐπιβάλλοντος τῇ προσημανθείσῃ μιᾷ ἀμπέλου ἀρούρῃ γῆς φορίμου ἔκ τε ὑδρευμάτων καὶ μονῶν καὶ χρηστηρίων πάντων καὶ ἐπαυλέων καὶ ἀχυροβολώνων καὶ κυκλευτηρίων καὶ ξυλίνων ὀργάνων ἐξηρτισμένων καὶ πάσης τῆς τούτων καθόλου περιοχῆς, μὴ προϋποκειμένην οἵῳ δήποτε πράγματι ἢ βάρει ἢ σκήψει μήτε οἵᾳ δήποτε ἀφορμῇ, ἀλλὰ καθαρὰν διόλου αἰώνιον ἄπτωτον ὑπαρχθῆναι ταύτην ἐν πάσῃ βεβαιώσει καὶ καθαροποιήσει τῷ προειρημένῳ μοναστηρίῳ, εἰς μνημόσυνον αἰώνιον καὶ πρεσβεῖον, ὑπὲρ ἱλασμοῦ ψυχῆς μου καὶ ἁγίας προσφορᾶς, πρὸς Θεὸν ἀπερχομένου. ταύτην γὰρ τὴν προειρημένην μίαν ἄρουραν ἀμπελόφυτον προσπορίζομαι κατὰ χάριν ἀναφαίρετον καὶ δωρεὰν νόμιμον ἔγγραφον τῷ προλεχθέντι εὐαγεῖ μοναστηρίῳ, ἰάσεώς μου ψυχῆς χάριν, ἐπέχουσαν ταύτην δύναμιν ἀμετάθετον σκοπόν τε καὶ ἀμετανόητον, καθʼ οἷον δήποτε τρόπον καὶ λόγον καὶ χρόνον καὶ τόπον, ἀλλὰ ἱκανῶς κρατοῦσαν βεβαίου τρόπου