Ancient Greek
67168.ctrr.73 to 67168.Fr5.1
Documentary Papyri, P.Cair. Masp. 2 67168.ctrr.73-67168.Fr5.1
Not analysed yet
ἢ μένον ἀργὸν εἶναι καὶ ἀνίσχυρον προφερόμενον παρά τε ἐμοῦ καὶ ἑτέρου οἵου δήποτε προσώπου, καὶ ἀβλαβεῖς ὑμᾶς φυλάττειν καὶ τὸ εὐαγὲς ὑμῶν μοναστήριον περὶ τοῦ αὐτοῦ γραμματίου. καὶ στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα καὶ ἐπερωτηθεὶς ὡμολόγησα …Αὐρήλιος Τιμόθεος, υἱὸς τοῦ μακαρίου …οἰκῶν πρὸς τόπῳ καλουμένῳ …ἐν τοῖς Ἀστερίου, μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ αἰτηθεὶς παρὰ τοῦ θεμένου Θεοδώρου τοῦ θεοσεβεστάτου ἐπισκόπου. Αὐρήλιος Ἰσάκ, υἱὸς τοῦ μακαρίου …,οἰκῶν πρὸς τόπῳ καλουμένῳ Πυλῶν Τατιανοῦ ἐν τοῖς Περγαμίου, μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ αἰτηθεὶς παρὰ τοῦ θεμένου Θεοδώρου τοῦ θεοσεβεστάτου ἐπισκόπου. Αὐρήλιος Ἰουλιανός, υἱὸς τοῦ μακαρίου Θεωνᾶ, οἰκῶν πρὸς τόπῳ Τριῶν Ἱερῶν ἐν τοῖς Ἀστερίου, μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ αἰτηθεὶς παρὰ τοῦ θεμένου Θεοδώρου τοῦ θεοσεβεστάτου ἐπισκόπου. Μηνᾶς Ἰωάννου συναλλαγματογράφος τόπου Πύλῶν Τατιανοῦ ἐτέλεσα. …μι… …ἑτέραν θ… …καιρο… …ος τὸ εκ… …ονα…ν… …αι…τ…