Ancient Greek
P.Cair. Masp. 2 67229 descr.
Documentary Papyri, P.Cair. Masp. 2 67229
Not analysed yet
παρὰ Φλαουίου Ἀνδρέου ἀκτουαρίου ἀριθμοῦ Ἀνταίου, κανόνος τετάρτης ἰνδικτίονος, διὰ ἐμοῦ Ψάτου Ἰωάννου ἀπὸ ἀκτουαρίων τοῦ αὐτοῦ ἀριθμοῦ τοῖς θαυμασιωτάτοις πρωτοκωμήταις κώμης Ἀφροδίτης. ἐδεξάμην καὶ ἐπληρώθην παρʼ ὑμῶν ὑπὲρ ἀννωνῶν στρατιωτῶν Ἀνταίου κανόνος τετάρτης ἰνδικτίωνος …κατὰ τὴν δύναμιν τοῦ δικαστικοῦ προστάγματος σίτου ἀρτάβας πεντήκοντα …τέσσαρας, γίνεται σίτου ἐν χρυσῷ… νομισμάτια τέσσερα καὶ κεράτια δέκα ζυγῷ δημοσίῳ καὶ εἰς ἀσφάλειαν ὑμῶν καὶ τοῦ δημοσίου πεποίημαι τὴν φωρμαλίαν τῶν νομισματίων τεσσάρων καὶ κερατίων δέκα ὡς πρόκειται. Φλαούιος Ἀνδρέας ἀκτουάριος διʼ ἐμοῦ Ψάτου Ἰωάννου ἀπὸ ἀκτουαρίων, στοιχεῖ μοι αὕτη ἡ φωρμαλία ὡς πρόκειται φωρμαλία Ἀνδρέου ἀκτουαρίου