Ancient Greek
P.Cair. Masp. 2 67251
Documentary Papyri, P.Cair. Masp. 2 67251
Not analysed yet
Φλαυίῳ Διοσκόρῳ Ἀπολλῶτος συντελεστῇ Ἰακῦβις Ἀβρααμίου πρεσβύτερος χαίρειν. ἔχω σου καὶ ὀφείλω, ὑπὲρ τιμῆς τοῦ φόρου, τῆς σπορᾶς καὶ τῆς ἀρδεύσεως, χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια δύο χρυσοχοικῷ, γίνεται νομισμάτιον α παρὰ κεράτια β. καὶ τοῦτο ἑτοίμως ἔχω παρασχεῖν σοι ἐν τῇ δευτέρᾳ καταβολῇ τοῦ δημοσίου τῆς παρούσης τρεισκαιδεκάτης ἰνδικτίονος. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαί σοι τοῦτο τὸ πιττάκιον ὡς πρόκειται. Φαῶφι κα ιγ ἰνδικτίονος Ἰακὼβ Ἀβρααμίου στοιχεῖ μοι ὡς πρόκειται. Πιλᾶτος Ἀπολλῶτος νομικὸς μαρτυρῶ ὁ καὶ σωματίσας