Ancient Greek
P.Cair. Masp. 3 67284
Documentary Papyri, P.Cair. Masp. 3 67284
Not analysed yet
δεδώκασι οἱ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου, διὰ Ἰωάννου ὑποδέκτου τῆς αὐτῆς κώμης, εἰς λόγον τοῦ αἰδεσίμου κομμενταρησίου, τὴν κατὰ τὸ ἔθος διδομένην συνήθειαν κανόνος δευτέρου δευτέρας ἰνδικτίονος, τοῦτʼ ἔστιν χρυσοῦ νομισμάτια δύο παρὰ κεράτια τέσσαρα, χρυσοχοϊκῷ τῆς αὐτῆς κώμης, γίνεται χρυσοῦ νομισμάτια β παρὰ κεράτια δ χρυσοῦ. καὶ εἰς ὑμῶν ἀσφάλειαν καὶ τοῦ δημοσίου πεποιήμεθα ταύτην τὴν ἀποχὴν ἐφʼ ὑπογραφῆς ἡμῶν ὡς πρόκειται. Φλαύιος Φοιβάμμων Ἀσκλᾶς σιγγουλάριος καὶ ἀπαιτητὴς τούτου τοῦ λόγου, στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται. Φλαύιος Φοιβάμμων Βίκτωρος σιγγουλάριος καὶ ἀπαιτητὴς τούτου τοῦ λόγου, στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται ἀποχὴ τοῦ κομμενταρησίου κανόνος δευτέρας ἰνδικτίονος χρυσοῦ γίνεται νομισμάτια β παρὰ κεράτια δ χρυσοῦ