Ancient Greek
P.Cair. Masp. 3 67291
Documentary Papyri, P.Cair. Masp. 3 67291
Not analysed yet
παρά δέησις ἄρτι προσηνέχθη ἐνταῦθα παρὰ τῶν ἀπὸ Ἀφροδίτης τῆς κώμης, ὡς ἀπαιτουμένων ὑπὲρ χρυσοῦ τιρώνων νομίσματα τριάκοντα ἕξ ,καὶ εἰς λόγον τῶν ἀποσταλέντων νομίσματα δώδεκα . ἀλλʼ ἰδοῦ τοίνυν, ἐπειδὴ πολλὰ ἐλεεινὰ ἔγραψαν ἐνταῦθα ὡς ἀποροῦντες καὶ μὴ δυνάμενοι ἤδη καταβάλλειν μηδὲ τὰ ἑαυτῶν δημόσια, καταξιώσῃ ἡ σὴ ἀδελφότης ἀρκεσθῆναι εἰς λόγον μὲν χρυσοῦ τιρώνων νομίσμασι τριάκοντα ,καὶ εἰς λόγον τοῦ ἀποσταλέντος μόνου τίρωνος νομίσμασιν ἕξ · σπουδὴ γάρ ἐστιν ἕκαστον πρᾶγμα πρὸς τὸ δυνατὸν ἀποθέσθαι μέτρον. ἀναβαλοῦ δὲ καταβολὴν πάντως ἕως νεομηνίας ἢ δεύτερας τοῦ μηνὸς …τότε δὴ καταξιώσατε ποιῆσαι εὑρεθῆναι κατὰ ταύτην τὴν πόλιν, καὶ γράψαι μοι …ν ἐποικιωτῶν τῶν Ἑρμουπολιτῶν. οὕτω δὲ …ἀποτιθέμενος τὸ πρᾶγμα. καταξίωσον μὴ ὀχλῆσαι αὐτοῖς κατελθεῖν κατὰ ταύτην τὴν πόλιν τούτου τοῦ πράγματος ἕνεκεν, μήτε ἐᾶσαι αὐτοὺς ἐφʼ ἑτέρῳ ὀχληθῆναι ἐλθεῖν ἐνταῦθα εἰς τὴν ἀρχοντικὴν τάξιν, ὡς εἰκὸς ἕως οὗ δέξηται γράμματα ἐμά τῷ εὐδοκιμωτάτῳ κυρίῳ Ταυρίνῳ σιγγουλαρίῳ χμγ