Ancient Greek
67298.r.1 to 67298.r.55
Documentary Papyri, P.Cair. Masp. 3 67298.r.1-55
Not analysed yet
…ἐπωμόσαντο ἀλλήλοις,Ἀβραάμιος μὲν κατὰ τοῦ περιβεβλημένου αὐτῷ σχήματος, ᾧτινι καὶ ἀμφιεσθέντος, Σενούθης δὲ ὁ λαμπρότατος, τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ καλλινίκου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος· τοῦ παραβαίνοντος ταύτην τὴν ἐμφυτευτικὴν ὁμολογίαν, ἢ οἷον δήποτε …μέρος ἐξ αὐτῆς, καταβαλεῖν ὁμολογοῦντος τῷ ἐμμένοντι, λόγῳ ποινῆς, χρυσοῦ νομίσματα ἕκατον. εἰ δὲ ζήτησίς τις ἐπενεχθείη Σενούθῃ τῷ λαμπροτάτῳ καὶ κληρονόμοις αὐτοῦ περὶ ἐκνικήσεως τοῦ ἐμφυτευθέντος αὐτῷ κτήματος, ὁμολογεῖ τὸ δίκαιον τῆς ἁγιωτάτης ἐκκλησίας τῆς Τεντυριτῶν πόλεως, διὰ Ἀβρραμίου τοῦ νῦν οἰκονομοῦντος αὐτὴν, καὶ τῶν ὅτε δήποτε τὴν διοίκησιν αὐτῆς ἤτοι ἐπισκοπὴν καὶ οἰκονομίαν παραληψομένων, ἀποστρέψαι πάντα ἄνθρωπον ἐπελευσόμενον αὐτῷ ἢ τῷ κτήματι τούτου χάριν, ὥστε μένειν κατὰ τὸ δίκαιον τῆς ἐμφυτεύσεως ὑπὸ Σενούθην τὸν λαμπρότατον καὶ κληρονόμους αὐτοῦ ἐπὶ τῷ μνημονευθέντι ἐτησίῳ πάκτῳ. καὶ ἐφʼ ἅπασιν τοῖς προγεγραμμένοις ἐπερωτηθέντες ὑπʼ ἀλλήλων καὶ ἀλλήλους ἐπερωτήσαντες, ἡμεῖς, τὸ δίκαιον τῆς Τεντυριτῶν ἁγιωτάτης ἐκκλησίας διὰ τοῦ πολλάκις μνημονευθέντος Ἀβρααμίου εὐλαβεστάτου οἰκονόμου καὶ πρεσβυτέρου, καὶ Σενούθης ὁ λαμπρότατος, ταῦθʼ οὕτως ἔχειν ποιεῖν δώσειν φυλάττειν ὡμολογήσαμεν. τὸ δίκαιον τῆς ἁγιωτάτης ἐκκλησίας τῆς Τηντεριτῶν πόλεως, διʼ ἐμοῦ Ἀβρααμίου πρεσβυτέρου καὶ οἰκονόμου αὐτῆς, ἐκδεδώκαμεν Συνουθίῳ τῷ λαμπροτάτῳ ἐπὶ ἐμφυτευτικῷ δικαίῳ τὸ προειρημένον κτῆμα μετὰ πάντος αὐτοῦ τοῦ δικαίου, ἐπὶ τῷ προτεταγμένῳ ἐτησίῳ ἐμφυτεύματι ἤτοι πάκτῳ, κατὰ τὴν ἐμπεριεχομένην τῇ παρούσῃ ἐμφύτευσει δύναμιν· καὶ ἐπηρωτήθημεν τὸ προκείμενον πρόστιμον, καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται, καὶ ἀναγνοὺς ἐγὼ Ἀβραάμιος πρεσβύτερος καὶ οἰκονόμος τῆς αὐτῆς ἁγίας ἐκκλησίας, καὶ ὑπογράψας ὑπέρ τε ἐμαυτοῦ καὶ ὑπὲρ τοῦ δικαίου τῆς οἰκονομουμένης παρʼ ἐμοῦ προειρημένης ἁγίας ἐκκλησίας, ἀπέλυσα Ἀρχέλαος …,πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας τῆς αὐτῆς Τεντυριτῶν πόλεως, συναινῶ τῷ προγεγραμμένῳ εὐλαβεστάτῳ ἄπα Ἀβρααμίῳ πρεσβυτέρῳ καὶ οἰκονόμῳ τῆς αὐτῆς ἁγίας ἐκκλησίας εἰς ταύτην τὴν ἐμφύτευσιν καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται, καὶ ἀναγνοὺς καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα Ἀνδρεας Λιλοῦτος διάκονος τῆς ἁγίας ἐκκλησίας τῆς αὐτῆς Τεντυριτῶν πόλεως συναινῶ τῷ προγεγραμμένῳ εὐλαβεστάτῳ ἄπα Ἀβρααμίῳ πρεσβυτέρῳ καὶ οἰκονόμῳ τῆς αὐτῆς ἐκκλησίας εἰς ταύτην τὴν ἐμφύτευσιν, καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται, καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα Πλοῦς Πανίου διάκονος τῆς ἁγίας ἐκκλησίας τῆς αὐτῆς Τεντυριτῶν πόλεως συναινῶ τῷ προγεγραμμένῳ εὐλαβεστάτῳ ἄπα Ἀβρααμίῳ πρεσβυτέρῳ καὶ οἰκονόμῳ τῆς αὐτῆς ἁγίας ἐκκλησίας