Ancient Greek
P.Cair. Masp. 3 67302
Documentary Papyri, P.Cair. Masp. 3 67302
Not analysed yet
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους εἰκοστοῦ ἐνάτου, μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους τεσσαρεσκαιδεκάτου, Τῦβι τετάρτῃ τετάρτης ἰνδικτίονος. ἐν Ἀντινόου πόλεως τῇ λαμπροτάτῃ. Αὐρηλία Ἄμα Ῥαχὴλ θυγάτηρ Κολλούθου, μητρὸς Κύρας, ὁρμωμένη ἀπὸ τῆς Ἀντινοέων, Αὐρηλίῳ Ἰσακίῳ τῷ γνησιωτάτῳ μου ὁμογνησίῳ ἀδελφῷ ἐξ ἀμφοτέρων γονέων, καὶ αὐτῷ ἀπὸ τῆς αὐτῆς Ἀντινοέων. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος, πρὸς ὅσον ἐὰν βούλῃ χρόνον, λογιζόμενον ἀπὸ νεομηνίας τοῦ παρελθόντος μηνὸς Χοίακ τῆς παρούσης τετάρτης ἰνδικτίονος, ἀπὸ τοῦ διαφέροντός σοι μέρους ὁλοκλήρου οἰκίας διστέγου, οἵας ἐστὶν θέσεως σὺν δώματι καὶ αὐλῇ καὶ χρηστηρίοις πᾶσι καὶ δικαίοις, τῆς διακειμένης κατὰ ταύτην τὴν Ἀντινοέων πόλιν ἐν τῷ γ γράμματι ἐν ταῖς ἄνω μέρεσι τῆς πόλεως, ἠνεῳγμένης εἰς ἀπηλιώτην, ἀριστήριον κείμενον ἐν τῇ ἄνω στέγῃ, νεῦον εἰς βορρᾶ, μετὰ τοῦ ἐγγύθεν κι…ωνος νεύοντος εἰς ἀπηλιώτην, ἔτι μὴν καὶ τόπον ἕνα ὑποκάτω το… νεύοντα εἰς λίβα μετὰ τῆς χρήσεως τῶν δικαίων τῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδου σὺν παντὶ τῷ δικαίῳ, ἐφʼ ᾧ τέ με τούτους ἔχειν πρὸς ἡμετέραν χρῆσιν καὶ οἴκησιν, καὶ διδόναι σοι λόγῳ ἐνοικίων τούτων καθʼ ἕκαστον ἐνιαυτὸν χρυσοῦ κεράτια δώδεκα, γίνεται χρυσοῦ κεράτια ιβ, ὅπερ ἐνοίκιον ἀποδώσω σοι κατʼ ἔτος ἀνυπερθέτως. καὶ μεθʼ ὃν βούλει χρόνον παραδώσω σοι τοὺς αὐτούς τόπους σὺν ταῖς ἐφεστώσαις θύραις καὶ κλεισὶ, μετὰ παντὸς τοῦ δικαίου. ἡ μίσθωσις κυρία καὶ βεβαία. καὶ εἰς πάντα ἐπερωτηθεὶς ὡμολόγησα Αὐρηλία Ἄμα Ῥαχὴλ, θυγάτηρ Κολλούθου, μεμίσθωμαι τὸ σὸν μέρος τῆς οἰκίας, καὶ δώσω τὸ ἐνοίκιον κατʼ ἔτος ὡς πρόκειται …υἱὸς …,ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης ……υἱὸς …ἀπὸ …πόλεως, μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῆς θεμένης . …