Ancient Greek
P.Cair. Masp. 3 67308
Documentary Papyri, P.Cair. Masp. 3 67308
Not analysed yet
Ἀπολλῶτι Διοσκόρου παρὰ Σανσνεοῦτος Ἰσακίου χαίρειν. ἔχω καὶ ὀφείλω σοι λόγῳ σπερμοβολίας κριθῶν ἀρτάβας δύο καὶ σίτου ἀρτάβας δύο· γίνονται σίτου ἀρτάβαι β καὶ κριθῶν ἀρτάβαι β, ἅσπερ σοι ἀποδώσω καιρῷ τῆς συνκομιδῆς σὺν Θεῷ μελλούσης ἕκτης ἰνδικτίονος, τῷ σῷ ἰφίῳ μέτρῳ ἀνυπερθέτως. ἐγράφη Φαῶφι ιγ πέμπτης ἰνδικτίονος Αὐρήλιος Σανσνεὺς Ἰσακίου ὁ προκείμενος συμφωνεῖ μοι ὡς πρόκειται. Ἀπολλὼς Ἰσακίου ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος …ἐγράφη διʼ ἐμοῦ Ἀβρααμίου Ἀπολλῶτος ἀσφάλεια Σανσνεοῦτος Ἰσακίου …