Ancient Greek
67309.35 to 67309.56
Documentary Papyri, P.Cair. Masp. 3 67309.35-56
Not analysed yet
νομὴν καὶ δεσποτείαν ἄπρατον ἀνυπόθετον ἀνεπιδάνειστον ἑτέρῳ δανείῳ ἀνυπάλλακτον, μὴ προυποκειμένην οἵῳ δήποτε ὀφλήματι δημοσίῳ τε καὶ ἰδιωτικῷ, ἥνπερ νομήν σοι ἀκεραίαν ἐντεῦθεν ἤδη παραδέδωκα ἐπὶ τῷ προκειμένῳ μόνῳ χρέει τῶν αὐτῶν ἓξ νομισμάτων, τὰ δὲ ἐννέα νομίσματα, ἑκάστου παρὰ κεράτια ἓξ ζυγῷ Ἀντινόου, ἑτοίμως ἔχω καταβαλεῖν σοι εἴσω …μετὰ τῆς αὐτῶν κατὰ μῆνα ἐπικερδίας, τοῦτʼ ἔστιν ἀργυρίου ταλάντων τριακοσίων ἑκάστου νομίσματος τῶν ἐννέα ,ψηφιζομένου τοῦ χρόνου τῶν τόκων ἀπὸ νεομηνίας Φαρμοῦ θι μηνὸς τῆς παρούσης δευτέρας ἰνδικτίονος ἄχρι ἀποδόσεως τοῦ προκειμένου χρέους τῶν αὐτῶν ἐννέα μόνων νομισμάτων. καὶ ὑπὲρ πίστεως καὶ ἀσφαλείας τοῦ αὐτοῦ παρόντος χρέους, τὴν προγενεστέραν πρᾶσιν τῆς προειρημένης οἰκίας μετὰ παντὸς αὐτῆς τοῦ δικαίου παρακατέσχηκάς μου ἐν τάξει ἐνεχύρου τῶν αὐτῶν ἐννέα νομισμάτων μόνων, ἐφʼ ᾧ σε ταύτην ἔχειν καὶ κατακυριεύειν παρὰ σεαυτῇ ἄχρι ἀποδόσεως τοῦ προκειμένου χρέους καὶ …εους ε…υουσ…ς κ…βλα…ους …μενης παρʼ ἐμοῦ νῦν. καὶ εἰς σὴν ἀσφάλειαν ἐθέμην σοι ταύτην τὴν ὑποθήκην κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην, μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ συνηθῶν μαρτύρων, ὑποκειμένων σοι εἰς τὸ τὰ προγεγραμμένα σύμφωνα παρʼ ἐμοῦ φυλαχθῆναι καὶ πέρατι δοθῆναι καθάπερ ἐκ δίκης, πάντων τῶν ὄντων μοι καὶ ἐσομένων πραγμάτων. καὶ ἐφʼ ἅπαντα ἐρωτηθεὶς ὡμολόγησα