Ancient Greek
67312.r.1 to 67312.r.44
Documentary Papyri, P.Cair. Masp. 3 67312.r.1-44
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους δευτέρου, Φαρμοῦθι πέμπτῃ πεντεκαιδεκάτης ἰνδικτίονος. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Φλαύιος Θεόδωρος ἐξκέπτωρ τῆς κατὰ Θηβαίδα δουκικῆς τάξεως, υἱὸς τοῦ τῆς ἐνδόξου μνήμης Φοιβάμμωνος γεγονότος σχολαστικοῦ φόρου Θηβαίδος, ὁρμώμενος ἀπὸ τῆς Ἀντινοέων, ταύτην ποιοῦμαι τὴν ἔγγραφον διαθήκην καθὰ ὑποτέτακται …υ συνεχόμενος καὶ δεδιὼς τὸ μέλλον, μὴ, πρὶν διαθῶμαι καὶ τὰ κατʼ ἐμαυτὸν διατυπώσω, καὶ παρὰ προσδοκίαν τὸν βίον μεταλλάξω, διὰ τοῦτο, νοῶν καὶ φρονῶν καὶ ἐπʼ ἀκριβείας πολλῆς φέρων μου τὸν λογισμὸν καὶ ἐρρωμένας ἔχων σὺν Θεῷ τὰς φρένας καὶ πάσας τὰς αἰσθήσεις καὶ τοὺς λογισμοὺς ἀπαθεῖς διασῴζων, ταύτην τὴν διαθήκην τίθημι, ἐπὶ παρουσίᾳ τῶν κατὰ παράκλησιν ἐμὴν προσκληθέντων καὶ ἐπὶ τὸ αὐτὸ συνηγμένων ῥογάτων νομίμων ἑπτὰ μαρτύρων, πολιτῶν ὄντων Ῥωμαίων, ἐφήβων, καὶ ὑπολήμψεως ἀντιποιουμένων, τῶν καὶ ἑξῆς ὑπογραφόντων ταύτῃ μου τῇ διαθήκῃ καὶ σφραγιζόντων αὐτὴν ἐν μιᾷ συνόδῳ καὶ ῥοπῇ καὶ ὥρᾳ, μηδεμιᾶς ἑτέρας πράξεως μεσολαβούσης, κατὰ τὴν τῶν νόμων δύναμιν, ἥνπερ διαθήκην ὑπηγόρευσα ἑλληνικοῖς ῥήμασί τε καὶ γράμμασι γραφῆναι ἐπέτρεψα, καὶ βούλομαι αὐτὴν ἔχειν τὴν ἰδίαν δύναμιν καὶ βεβαίωσιν ἐφʼ οἷς περιέχει πᾶσι κεφαλαίοις, ἐπέχειν δὲ αὐτὴν οὐδὲν ἧττον καὶ κωδικίλλου τάξιν καὶ δύναμιν πάσης τελευταίας βουλήσεως καὶ φιδεικομισσαρίας ἐπιστολῆς, προκομιζομένην καὶ δημοσιευομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας παντὶ χρόνῳ καὶ καιρῷ, κατὰ τὰ θειωδῶς ὑπὸ τῶν νόμων διηγορευμένα. εἰ δὲ δόξῃ μοι μετὰ ταῦτα κωδικίλλον ἢ καὶ κωδικίλλους θέσθαι καὶ ἕτερα ἐν αὐτοῖς κεφάλαια διατυπῶσαι, βούλομαι καὶ κελεύω τὸν παρʼ ἐμοῦ γενησόμενον κωδικίλλον ἢ τοὺς παρʼ ἐμοῦ γενησομένους κωδικίλλους ἔχειν καὶ ἕξειν τὴν ἰδίαν δύναμιν καὶ τὸ ἐκ νόμων κῦρος ὡς κεκομφιρματευμένους ἐν ταύτῃ μου τῇ διαθήκῃ. εἴη μὲν ἐμὲ ἐφʼ ἕτερον χρόνον ζῆν καὶ τὰ συνήθη πράττειν, ὃν ἂν παρασταίη τῷ σωτῆρι Θεῷ· ἐπειδὴ δὲ ἀνάγκη τελευτᾶν καὶ τῶν ἀνθρωπίνων ὑπαναχωρῆσαι πραγμάτων, κληρονόμους ἐνίστημι καὶ κληρονόμους μου εἶναι βούλομαι καὶ κελεύω τὸ δίκαιον τοῦ εὐαγοῦς μοναστηρίου καλουμένου Ἄπα Σενούθου, κειμένου ἐν τῷ ὄρει Τριφίου τοῦ Πανοπολίτου νομοῦ, διὰ Πέτρου τοῦ θεοφιλεστάτου ἀρχιμανδρίτου, οὐ μὴν ἀλλὰ καὶ τὸ δίκαιον τοῦ μοναστηρίου καλουμένου Ἄπα Μουσαίου κειμένου ἐν τῷ ὄρει Α…λ… τοῦ Ἑρμουπολίτου νομοῦ, διὰ Φοιβάμμωνος τοῦ θεοφιλεστάτου αὐτοῦ ἡγουμένου, καὶ Ἡραὶν τὴν εὐγενεστάτην μου πρὸς μητρὸς μάμμην, πάντων τῶν