Ancient Greek
67314.Fr3.40 to 67314.Fr3.49
Documentary Papyri, P.Cair. Masp. 3 67314.Fr3.40-49
Not analysed yet
τιθέμεθά σοι ἐν ὁμονοίᾳ ἀμεταθέτοις πᾶσιν τρόποις ἐν τῇ παρούσῃ ἐνωμότῳ ὁμολογίᾳ, ἧς τὸ γράμμα κύριον ἔσται καὶ βέβαιον πανταχοῦ προφερόμενον, μεθʼ ὑπογραφῆς τῶν ἐξ ἡμῶν ὑπέρ τε αὐτῶν καὶ τῶν γράμματα μὴ εἰδότων ὑπογραψάντων, καὶ σηνηθῶν μαρτύρων, παρʼ ὧν παρόντες ἐπερωτηθέντες οἱ ἀφʼ ἑκατέρου μέρους ὡμολογήσαμεν ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν ἐμμένειν εἰς πέρας ἄγειν, ὑποθέμενοι δὲ ἀλλήλοις πρὸς πίστιν καὶ ἀσφάλειαν πάντα τά τε νῦν ὄντα καὶ ἐσόμενα ἡμῖν πράγματα γενικῶς καὶ ἰδικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης