Ancient Greek
P.Cair. Masp. 3 67324
Documentary Papyri, P.Cair. Masp. 3 67324
Not analysed yet
…τῶν ἐμῶν πραγμάτων …δεδόχθαι. βούλομαι δὲ καὶ τοῦτο, ὡς εἰ συμβαίη τῇ ῥᾳθυμίᾳ τὰς κληρονόμους μου θυγατέρας οὔσας μὴ καταβαλεῖν εὐγνωμόνως, ἢ τοὺς κληρονόμους αὐτῶν, τὴν προορισθεῖσαν παρʼ ἐμοῦ προσφορὰν τῷ ἁγίῳ μοναστηρίῳ σίτου τε καὶ οἴνου τ…χ…του τρυγηθέντος, κελεύω τὸν εὐλαβέστατον πρεσβύτερον τοῦ αὐτοῦ μοναστηρίου καὶ τοὺς ἐν αὐτῷ εὐλαβεστάτους μονάζοντας ἀπαιτῆσαι ταῦτα ἑκόντας καὶ ἄκοντας διὰ παντὸς, πρὸς τῷ ἀκαταγνώστως προβῆναι τὰ τῆς ἁγίας προσφορᾶς εἰς ἀεὶ τοὺς ἀποθανόντας προσδοκεῖν. αὐτὴ δὲ ἡ διαθήκη· ἀπέστω πᾶς φθόνος καὶ δόλος πονηρὸς, ἥνπερ βούλομαι ἁπανταχοῦ κρατεῖν καὶ κυριεύειν, ἥνπερ διαθήκην ὑπηγόρευσα καὶ παρεσκεύασα αὐτὴν γραφῆναι καὶ ὑπογραφῆναι διὰ τῶν ἑξῆς ὑπογραφόντων μαρτύρων ἑπτὰ τὸν ἀριθμὸν, οὕσπερ μάρτυρας προσεκαλεσάμην, καὶ παρανέγνων αὐτοῖς τὴν δύναμιν τῆς διαθήκης καὶ πέπεικα κατὰ τοὺς νόμους ὑπογράψαι. οἱ δὲ λοιποὶ πάντες ἀπόκληροι ἔσονται, διὰ τὸ οὕτως μοι ὀρθῶς καὶ δικαίως δεδόχθαι. ἡ διαθήκη κυρία ἔσται καὶ βεβαία δισσὴ γραφεῖσα ὁμότυπος ἐφʼ ὑπογραφῆς ἐμῆς καὶ ἐπερωτηθεὶς ἐπὶ τούτοις πᾶσι ὡμολόγησα Αὐρήλιος Πανχὰβ Πανουφίου ὁ προκείμενος ἐθέμην ταύτην τὴν διαθήκην πεπεισμένος ἐπὶ πᾶσι τοῖς ἐνγεγραμμένοις ὡς καὶ ὑπέγραψα ἰδίᾳ μου χειρί Ψενθαῆσις Ὀλλοτος πρεσβύτερος μαρτυρῶ τῇ διαθήκῃ ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Βίκτωρ Σύρου μαρτυρῶ τῇ διαθήκῃ ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Ἀβραάμιος …μαρτυρῶ τῇ διαθήκῃ ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Κ…