Ancient Greek
P.Cair. Masp. 3 67326
Documentary Papyri, P.Cair. Masp. 3 67326
Not analysed yet
κληρονόμοι τοῦ τῆς μακαρίας μνήμης Κύρου γραμματικοῦ, διʼ ἐμοῦ Χριστοδώρου υἱοῦ καὶ κληρονόμου Κεφάλωνος ἐπισκόπου, τῷ ἀδελφῷ Ἀπολλῶτι πρωτοκωμήτῃ ἀπὸ κώμης Ἀφροδίτης. ἐδεξάμεθα καὶ πεπληρώμεθα παρὰ σοῦ τοῦ φόρου τῶν ὑπὸ σὲ ἡμῶν ἀρουρῶν ἐν Πιασε ἐν πεδιάδι κώμης Φθλὰ, κανόνος δευτέρας ἰνδικτίονος ἐκ πλήρους. καὶ εἰς ὑμῶν ἀσφάλειαν πεποιήμεθα ταύτην τὴν πληρωτικὴν ἀποχὴν ὡς πρόκειται. οἱ προγεγραμμένοι κληρονόμοι διʼ ἐμοῦ Χριστοδώρου στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται.