Ancient Greek
67327.36 to 67327.49
Documentary Papyri, P.Cair. Masp. 3 67327.36-49
Not analysed yet
Φοιβάμμων, υἱὸς αὐτοῦ, ἐπιτραπεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Φλαύιος Κόλλουθος Ἀμμωνίου σκρινιάριος διʼ ἐμοῦ Ἀπολλῶτος παιδὸς καὶ προνοητοῦ Ἀπολλῶτι Διοσκόρου ἀπὸ Ἀφροδίτης. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ τὸν φόρον τοῦ ὑπὸ σέ μου μέρους τῶν ἀνύδρων ἀρουρῶν κλήρου Πιασε ἐν πεδιάδι κώμης Φθλὰ ὑπὲρ μέρους τοῦ πατρός μου καὶ τῆς μητρὸς, ὑπὲρ κανόνος τρίτης ἰνδικτίονος ἐκ πλήρους καὶ εἰς σὴν ἀσφάλειαν πέποιημαι ταύτην τὴν πληρωτικὴν ἀποχὴν ὡς πρόκειται. Θῶθ κζ τῆς αὐτῆς γ ἰνδικτίονος Φλαύιος Κόλλουθος Ἀμμωνίου σκρινιάριος διʼ ἐμοῦ Ἀπολλῶτος παιδός· στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται. Αὐρήλιος Ἀβραὰμ Βίκτορος βοηθὸς ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος, παρόντος μοι καὶ εἰπόντος. δηλαδὴ ἔτι μὴν καὶ ὑπὲρ τοῦ ὁλοκλήρου μέρους τῶν κληρονόμων τοῦ τῆς μακαρίας μνήμης Αἰνείου ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ ὑπὲρ τῆς αὐτῆς παρούσης τρίτης ἰνδικτίονος ἐκ πλήρους. ὁ προγεγραμμένος Κόλλουθος Ἀμμωνίου, σκρινιάριος διʼ ἐμοῦ Ἀπολλῶτος παιδός· στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται · Αὐρήλιος Ἰερημίας Ἀβρααμίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος