Ancient Greek
67328.pg4.30 to 67328.pg6.12
Documentary Papyri, P.Cair. Masp. 3 67328.pg4.30-67328.pg6.12
Not analysed yet
Αὐρήλιος Μουσῆς Μάρτης μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου Ἐπεὶφ κ ιε ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίου Ἰωάννου Κωσταντίου, μητρὸς Μαριὰμ, συντελεστοῦ ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Βίκτορα Ψαίου ποιμένα καὶ ἀγροφύλακα τῆς δεκανίας καλουμένης Φέννεως, πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων, καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ἀόκνως ποιεῖσθαι καὶ ἀκαταγνώστως, καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. ὁπόταν δὲ ζητούμενος παρὰ τῆς σῆς εὐδοκιμήσεως, παρενεγκεῖν αὐτὸν καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς. εἰ δὲ ἀπολειφθείη καὶ ζητούμενος μὴ εὑρεθείη, ἑτοίμως ἔχω ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην, ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ, καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἰωάννης Κωσταντίου ὁ προκείμενος ἐνγυῶμαι τὸν προκείμενον Βίκτωρα Ψαίου εἰς νομίσματα ἓξ καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Φλαύιος Θεότεκνος Ψαίου ἀποπραιποσίτου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Ἰωάννης Κωσταντίου στοιχεῖ. Ἀπολλὼς Ἑρμίου μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου Ἐπεὶφ κ ιε ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίου Πόννιτος ἐκ πατρὸς Ἀτρῆτος Παπελατε, μητρὸς ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Ψάιον Πατερμουθίου, ποιμένα καὶ ἀγροφύλακα τῆς δεκανίας Ψιλάμπων, πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς