Ancient Greek
67328.pg7.28 to 67328.pg9.5
Documentary Papyri, P.Cair. Masp. 3 67328.pg7.28-67328.pg9.5
Not analysed yet
Ἀπολλὼς Ἑρμίου μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου νομίσματα ιβ ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου, Ἐπεὶφ κ ιε ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Φοιβάμμωνος Ἑρμαουῶτος Οὐαινίνιος, μητρὸς Μαριὰμ, ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότυ ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Βίκτορα Ψαίου Καλεουακίου, ποιμένα καὶ ἀγροφύλακα πεδιάδος Καλεουάκιος, πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις. ὁπόταν δὲ ζητούμενος παρὰ τῆς σῆς εὐδοκιμήσεως, παρενεγκεῖν αὐτὸν καὶ παραδώσω ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς ἐν δημοσίῳ τόπῳ, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ποιεῖσθαι καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. εἰ δὲ ἀπολειφθείη καὶ ζητούμενος μὴ εὑρεθείη, ἑτοίμως ἔχω ἐγὼ ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ . συνπεραιουμένου τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Φοιβάμμων Ἑρμάου ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον Βίκτωρα καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Ἰωσῆφις Ἀβρααμίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. Φοιβάμμων Ψαίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου Ἐπεὶφ κ πεντεκαιδεκάτης ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι, ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Ἀπολλῶτος Ἑρμείου Πχιχῖτος, μητρὸς Θαησίας, συντελεστοῦ ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν.