Ancient Greek
67340v.76 to 67340v.124
Documentary Papyri, P.Cair. Masp. 3 67340v.76-124
Not analysed yet
ἤτοι προμερισμὸν ἀπονεμηθῆναι ὁρίσασα, καὶ τῇ θυγατρί μου Σοφίᾳ κηριαπτάριν ἓν σὺν λύχνῳ αὐτοῦ χαλκοῦν, καὶ σίτλαν μίαν καὶ κρυψίδα ἤτοι τριπήνινον ἕν, καὶ σκρίνιον χαλκοῦν γυναικεῖον ἕν, καὶ πυργίσκον ἕνα, καὶ κάμπτραν μίαν, ὥστε αὐτὴν τὴν εἰρημένην μου θυγατέρα Σοφίαν ταῦτα ἔχειν καὶ κατέχειν προμερισμὸν ταυτῇ μου τῇ δωρεᾷ μήτε καὶ τῇ προτέρᾳ, καθʼ ὅσον ἑκουσίως καὶ αὐθαιρέτως ταύτας τέθεικα νομίμως καὶ ἀπαραβάτως καὶ οὐκ ἐξόν μοι μεταμελεῖσθαι ἢ ἄλλο τι ποιῆσαι. ἐντεῦθεν γὰρ ἤδη ἐδωρησάμην ὑμῖν ἐφʼ ὅσον περιοῦσα χρόνον καὶ μετὰ θάνατον ἐμὸν πάντα τὰ ὄντα μοι νυνὶ γονικὰ πράγματα καὶ καταλειφθησόμενα μετὰ θάνατον ἔν τε χρυσῷ καὶ ἀργύρῳ καὶ ἱματισμῷ κα χαλκώμασι καὶ στρώμασι καὶ οἰκείαις καὶ χωρήμασι …οὐκ ἐφʼ ὕβρει τινὶ ἠλλοτριωθέντων χρυσοῦ λίτραν μίαν, μετὰ καὶ τοῦ αὐτὸν ἄκοντα, μετὰ τὴν τῆς ὁρισθείσης ποινῆς ἀπόδοσιν, στοιχῆσαι καὶ ἐμμεῖναι διηνεκῶς τῇ δυνάμει τῶν αὐτῶν δωρεαστικῶν συμβολαίων ὧν ὑμῖν καὶ μόνοις τοῖς εἰρημένοις μου υἱοῖς Φοιβάμμωνί τε καὶ Βίκτορι καὶ