Ancient Greek
P.Cair. Mich. 3 13
Documentary Papyri, P.Cair. Mich. 3 13
Not analysed yet
……δελφακίων …νος κατ’ ἔτος …ημενη… …ν δει ω… συμμίκτων ἀριθμῷ τριάκοντα, ἃ καὶ ἀποδώσει ὁ ὁμολογῶν ἄνευ πάσης ἀντιλογίας καὶ ὑπολογίας, καὶ μετὰ τὸν χρόνον παραδώσει τὰς προκειμένας ὕας ἀθανάτους καὶ ἀκινδύνους ἢ τὰς ὕας ἀντὶ αὐτῶν τελείας, γενομένης τῆς πράξεως τῷ Σεμπρωνίῳ Γεμέλλῳ ἐκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης . Πωλίων Σωκράτους τοῦ Σαραπᾶ ὁμολογῶ εἰληφέναι παρὰ τοῦ Σεμπρώνιου Γεμέλλου ἐν μισθώσει ὕας τελείας ἀριθμῷ ἓξ συντετιμημένας ἀργυρίου δραχμῶν τετρακοσίων εἰς ἔτη δύο φόρου κατ’ ἔτος δελφακίων ἀριθμῷ τριάκοντα, ἃ καὶ ἀποδώσω ἄνευ πάσης ὑπολογίας καθὼς πρόκειται. Σεμπρώνιος Γεμέλλος γέγονεν εἰς με ἡ ὁμολογία καθὼς πρόκειται. ἀναγέγραπται διὰ γραφείου Καρανίδος …μαγείρου ὑῶν ἓξ …δραχμ υ