Ancient Greek
P.Cair. Mich. 3 20
Documentary Papyri, P.Cair. Mich. 3 20
Not analysed yet
Διδύμη Ἡρακλείδου μετὰ κυρίου τοῦ υἱοῦ Πρωτάρχου Ἰσιδώρῳ Ἀπύγχεως μισθωτῇ χαίρειν. ἀπέχω παρὰ σοῦ τὸν φόρον, οὗ ἔχεις μου περὶ κώμην Καρανίδα ἐν μισθώσει παραδεισοφοινικῶνος ὑπὲρ τοῦ διεληλυθότος η ἔτους ἐκπεπτωκότα εἰς τὸ ἐνεστὸς ἔνατον ἔτος ἀργυρίου δραχμὰς τριάκοντα καὶ τὰ ἐξαίρετα, τῆς δὲ μισθώσεως βεβαιουμένης εἰς ἔτη δέκα συνεφώνησαν ἀλλήλοις ἐπὶ …να…α ἀπὸ τοῦ διεληλυθότος ὀγδόου ἔτους. ἔτους ἐνάτου Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων Φαμενὼθ λ. Πρώταρχος ἔγραψα καὶ ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης.