Ancient Greek
P.Cair. Mich. 3 22
Documentary Papyri, P.Cair. Mich. 3 22
Not analysed yet
Οὐαλερίῳ Σερήνῳ …Ἀντινοεῖ καὶ ὡς χρηματίζει παρὰ Ἰσίωνος Π… τοῦ Ἀπολιναρίου. βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη τρία σπορὰς τρεῖς ἀπὸ τοῦ εἰσιόντος λγ ἔτους τὰς ὑπαρχούσας σοι περὶ κώμην Κερκεσοῦχα τῆς Ἡρακλείδου μερίδος ἀρούρας θ ἡμίσειαν ἐκφορίου κατ’ ἔτος πυροῦ ἀρταβῶν ,σὺν αἷς λήψομαι παρὰ σοῦ κατ’ ἔτος σπερμάτων πυροῦ ἀρτάβας θ ἡμίσειαν, τοῦ παντὸς κατ’ ἔτος πυροῦ ἀρταβῶν …,ἃς καὶ ἀποδώσω σοι κατ’ ἔτος ἐν τῷ μηνὶ Παῦνι ἐφʼ ἅλῳ τῆς Κερκεσούχων μέτρῳ τετραχοινίκῳ θησαυροῦ τῆς αὐτῆς κώμης, τῆς μετρήσεως γινομένης διά τινος τῶν σῶν …