Ancient Greek
59015r.1.2 to 59015r.2.48
Documentary Papyri, P.Cair. Zen. 1 59015r.1.2-59015r.2.48
Not analysed yet
καὶ αὐτοί. ἀνήγγελέν μοι Κρότος γεγραφέναι σε αὐτῶι ὅτι οἱ παῖδες οἱ ἀποδράντες μηνυτρίζοιντο εἶναι παρὰ τῶι Κολλοχούτωι καὶ τῶι Ζαιδήλωι τῶι ἀδελφῶι καὶ αἰτοίησαν ,ἐφʼ ὧι ἀνάξουσιν, ἀργυρίου δραχμὰς ρ. καλῶς ἂν οὖν ποιήσαις τὴν πᾶσαν σπουδὴν ποιησάμενος τοῦ συλληφθῆναι αὐτοὺς καὶ παραδοὺς Στράτωνι τῶι κομίζοντί σοι τὸ ἐπιστόλιον. τοῦτο γὰρ ποιήσας εὐχαριστήσεις ἡμῖν. ὃ δʼ ἂν ἀνηλώσηις δώσομεν. πεπραμένη δʼ ἐστὶν ἀλαβαστροθήκη …σαι· εἰ δὲ μὴ βούλει, ἐπίστειλον ὁ δὲ πριάμενος ἀποδώσει. καὶ σὺ δὲ ἐάν τινος χρείαν ἔχηις τῶν ἐν τῆι χώραι, γράφε ἡμῖν· ποιήσομεν γὰρ φιλικῶς. ἔρρωσο. Ἐπικράτει. ἐπιδημήσαντες ἐν Μαρίσηι ἐπριάμεθα ἐκ τῶν Ζαιδήλου σώματα, ἡμῶν δʼ εἰς Αἴγυπτον εἰσπορευομένων ἀπέδρασαν αὐτῶν παῖδες γ, τούτων ἀδελφοὶ δύο ,ὧν τὰ ὀνόματα καὶ τὰς εἰκόνας ὑπογέγραφά σοι. προσήγγελται δὲ ἡμῖν εἶναι τούτους παρὰ Κολλοχούτωι τ… καλῶς ἂν οὖν ποιήσαις τὴν πᾶσαν σπουδὴν ποιησάμενος τοῦ συλληφθῆναι αὐτοὺς καὶ παραδοὺς Στράτωνι ὃ δʼ ἂν ἀνηλώσηις τοῖς ἀναγαγοῦσιν α… …υ…ιαι τουτ… Πεισιστράτωι. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι. ὑγιαίνομεν δὲ καὶ αὐτοί. ἀνήγελλεν ἡμῖν Κρότος γεγραφέναι Πασικλῆν μηνυτρίζεσθαι τοὺς ἀποδράντας παῖδας ὧν ἐπριάμεθα ἐν Μαρίζηι τῶν Ζαιδήλου. γεγράφαμεν οὖν ἀξιοῦντες τὴν πᾶσαν ἐπιμέλειαν ποιήσασθαι ὅπως ἂν συλληφθῶσιν καὶ παραδῶι αὐτοὺς Στράτωνι τῶι τὰς ἐπιστολὰς ὑμῖν κομίζοντι. διὸ καὶ σὺ καλῶς ἂν ποιοῖς ὑπομιμνήσκων τε αὐτὸν καὶ συνσπουδάσας ὅπως μὴ διαφύγωσιν . καὶ σὺ δὲ εὐχαριστήσεις ἡμῖν γράφων, ἐάν τι βούληι τῶν ἀπὸ τῆς χώρας· φιλικῶς γάρ σοι ποιήσομεν. ἔρρωσο. Ἐπαινέτωι. παῖδές τινες τυγχάνουσιν ἀποκεχωρηκότες ἡμῶν, οἳ προσηγγελμένοι εἰσὶν ἐν τῆι Ἰδουμαίαι, ἀπεστάλκαμεν δὲ ἐπʼ αὐτὸ Στράτωνα. καλῶς ἂν οὖν ποιήσαις συντάξας τῶι υἱῶι μὴ ἐνοχλεῖν αὐτὸν τὰ κατὰ τὰς λειτουργίας, ὃπως συνλάβηι τοὺς παῖδας. Ἄμμωνι. τὴν αὐτήν. καλῶς ἂν οὖν ποιήσαις γράψας Δωροθέωι καὶ Δημαινέτωι ὃπως μὴ ἐνοχλῆται τὰ κατὰ τὰς λειτουργίας.