Ancient Greek
P.Cair. Zen. 1 59025
Documentary Papyri, P.Cair. Zen. 1 59025
Not analysed yet
Ἀρχέλαος Κρίτωνι χαίρειν. χρείαν ἔχομεν κεραιῶν δύο πηχῶν μ ἀνὰ πήχεις κ καὶ σκάφης τρισκάλμου. πρὸς Διὸς οὖν καὶ θεῶν μὴ ὀκνήσῃς διελθὼν εἰς ἐμπόριον καὶ ἀγοράσας, οὐθὲν γὰρ ἄλλο ἡμᾶς ἐπικωλύει, ἵνα μὴ ὑστερήσωμεν τῆς ἐργασίας. τὰς δὲ τιμὰς τούτων λαβὲ παρὰ Ἀπολλοφάνους. τὸ γύναιον ἐπίτοκον ὂν καταλέλοιπα ὁρῶν ἀναγκαίαν οὖσαν τὴν ἀποδημίαν. καλῶς οὖν ποιήσεις ἀποστέλλων πρὸς αὐτοὺς ἐπιμελῶς, ἐάν τινος χρείαν ἔχωσιν, καὶ ποιῶν αὐτοῖς. ἐὰν δὲ καὶ ἐν δυνάτωι ἦι, ἀγόρασον παρὰ Χαρμίδου ἐλαίου χόας ἓξ καὶ δὸς αὐτοῖς· φασὶ γὰρ αὐτὸν πωλεῖν. ἔρρωσο. Κρίτωνι.