Ancient Greek
P.Cair. Zen. 1 59031
Documentary Papyri, P.Cair. Zen. 1 59031
Not analysed yet
Ποσειδώνιος Ἀπολλωνίωι χαίρειν. ἐξ σιτηγοῦ τινος τῶν ἡμετέρων ἀναπλέοντος εἰς τὴν χώραν ἐμβάντες ἐν Μέμφει οἱ περὶ Σωσίστρατον ἐξείλοντο τὸν σίδηρον ὃν ἀναγκαῖον ἦν ὑπάρχειν ἐν τῶι πλοίωι πρὸς τὰς προσπιπτούσας χρείας· ἀδύνατον γάρ μοι δοκεῖ εἶναι ἄνευ τῶν ἀναγκαίων σκευῶν πλεῖν τὰ πλοῖα· καὶ ἐμοῦ αὐτοῖς γράψαντος πλεονάκις ἀποδοῦναι οὐ προσέσχον, ἀλλʼ ἀπέδοντο. γέγραφα οὖν σοι ὅπως εἰδῆις ὅτι τοιοῦτοί εἰσι οἱ πρὸς ταῖς φυλακαῖς τεταγμένοι. ἔρρωσο. ἔτους κη, Δίου κα. Ποσειδωνίου ἐδεάτρου περὶ Σωσιστράτου τελώνου. Ἀπολλωνίωι.