Ancient Greek
P.Cair. Zen. 1 59033
Documentary Papyri, P.Cair. Zen. 1 59033
Not analysed yet
Νικίας Ἀπολλωνίωι χαίρειν. ἔγραψας Λυσιμάχωι περὶ φυτῶν ὅπως δι…ου. Λυσίμαχος μὲν οὖν ἔτυχεν ἐν Ἀλεξανδρείαι ὤν, ἐγὼ δὲ τοῖς ἐλθοῦσιν περιαγαγὼν πάντας τοὺς παραδείσους ἔδειξα ὅτι παρʼ ἡμῖν μοσχεύματα οὐκ ἔστιν οὐδʼ εἴωθεν γίνεσθαι, οὐκ ἠγνοοῦσαν δὲ οὐδʼ αὐτοί, ἀλλὰ ἐξ Ἀρσινόης τῆς νήσου μεταπεμπόμεθα, ἐκεῖ γὰρ ἔργωι …ὕδωρ ὑπάρχειν ἀεί, καὶ ἠξίουν κατασταλῆναί τινα τῶν παρὰ σοῦ πρὸς Λυσίμαχον, ἐπόρισεν γὰρ ἂν αὐτοῖς ἐκ τῶν κάτω τόπων, οἱ δὲ ἔφασαν ἀρκεῖν αὐτοῖς ἐὰν λάβωσιν εἰς φυτείαν ἀπὸ τῶν παρʼ ἡμῖν ὑπαρχόντων. ἐδώκαμεν οὖν αὐτοῖς ὅσα ἠβούλοντο, ὧν τὸ καθʼ ἓν ὑπογεγράφαμεν. ἔρρωσο. ἔτους κη, Ἁθὺρ κε. σύκινα Χῖα, ἐρινεά, Λύδια, πραέα, φοινίκεα, ὀλονθοφόρα· ῥόας ἀπυρήνου· μῆλα ἐαρινά, καὶ τῶν διφόρων· καὶ ἀμπέλου καπνείου, Κιλικίας, Μενδαίου, Εὐδαμιδείου, Μαρωνείου, κολοκυνθίνης, φοινίσσης, καπνείου, Ἀλεξανδρείου, βουμάστου, …ερμύλου, δριμίος. Νικίου περὶ φυτῶν Ἀπολλωνίωι.