Ancient Greek
P.Cair. Zen. 1 59074
Documentary Papyri, P.Cair. Zen. 1 59074
Not analysed yet
Λυκοῦργος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· καὶ ἐγὼ δὲ ὑγίαινον. ἐγράψαμέν σοι καὶ πρότερον περὶ τῶν ἀργυρωματίων, ὅπως ἂν κομισάμενος τὸ κερμάτιον παρʼ Ἀγαθοκλέους ἀποδῶις αὐτῶι. εἰ μὲν οὖν ἐποίησας αὐτό, καλῶς ἂν ἔχοι· εἰ δὲ μή, ἀπόδος Ἑρμίαι τῶι ἀποδιδόντι σοι τὴν ἐπιστολήν, ἵνα κομίσηται παρʼ αὐτοῦ τὸ κερμάτιον. ἔρρωσο. Λυκοῦργος περὶ ἀργυρωματίων, ἵνα δοθῆι Ἑρμίαι. ἔτους κθ, Ἀρτεμισίου ιϛ, ἐν Ἀλεξανδρείαι. Ζήνωνι.