Ancient Greek
P.Cair. Zen. 1 59080
Documentary Papyri, P.Cair. Zen. 1 59080
Not analysed yet
Ἰόλλας Ζήνωνι χαίρειν. ἔδωκά σοι …με καὶ κακῶς με ἀκούειν Ζηνοδώρου. ἐπεὶ δὲ ἤκουσα ὅτι ὀργίζει μοι, ἐγενόμην ἐπι… τῶν γονάτων αὐτοῦ ἐλαβόμην· οὐ γὰρ εἴα με ει… Ζηνόδωρος πρὸς αὐτόν . νῦν οὖν τὰ προστασσόμενα Ζηνοδωρ …τι ἐπηκο… Ζηνοδώρωι …πέντε ἀνθρώπους Αἰγυπτίους μαστιγοφόρους …μαστιγῶν ἐμὲ ὑπερηφάνως ὥστε καὶ τὸ δέρμα μου διακέκοφεν καὶ νῦν …κακίον ἔτι ὕβρισται ὑπʼ αὐτοῦ. ἔμελλον δὲ ἀποδρὰς ἐλθεῖν πρὸς σὲ …Ζηνό-δωρος ἐκώλυσέ με, ἵνα μὴ τὸ ἔργον, ἔφη, κωλυθῆι, ἀλλὰ ἠξίωσέ με ἐπιστεῖλαί σοι. νῦν οὖν γέγραφα …εν, ὡς δ’ ἂν παραγένηι, πάντα ἀναγγελήσεσθαί σοι τὰ γεγενημένα. Βία γάρ ἐστιν ἡ ὑβρίζουσα …υτη γὰρ καὶ ἡμῶν καὶ ἐκείνου δεσπόζει. εὐτύχει. Ἰόλλας ὑφάντης περὶ Ἀδδαίου καὶ ὡς ἐξυβρίκασιν αὐτόν. ἔτους κθ, Δαισίου κα, ἐν Ἀρσινόηι. Ζήνωνι.