Ancient Greek
P.Cair. Zen. 1 59092
Documentary Papyri, P.Cair. Zen. 1 59092
Not analysed yet
Ζήνωνος ῥίσκος ἐν ὧι ἔνεστι περίβλημα λινοῦν πεπλυμένον α χλαμὺς γεωβαφὴς χειμερινὴ πεπλυμένη α καὶ τριβακὴ α θερινὴ ἡμιτριβὴς α αὐτόχρους χειμερινὴ πεπλυμένη α καὶ τριβακὴ α ὀροβοειδὴς θερινὴ καινὴ α χιτὼν λευκὸς χειμερινὸς χειριδωτὸς πεπλυμένος α αὐτόχρους χειμερινὸς χειριδωτὸς τριβακὸς α αὐτόχρους χειμερινὸς τριβακὸς α λευκοὶ χειμερινοὶ πεπλυμένοι β καὶ ἡμιτριβὴς α θερινοὶ λευκοὶ καινοὶ γ ἄγναφος α ἡμιτριβὴς α ἱμάτιον λευκὸν χειμερινὸν πεπλυμένον α τρίβων α θέριστρον λευκὸν πεπλυμένον α καὶ ἡμιτριβὲς α προσκεφαλαίων Σαρδιανῶν ζεῦγος α ποδείων γεωβαφῶν καινῶν ζεύγη β λευκῶν καινῶν ζεύγη β ζῶναι λευκαὶ καιναὶ β παρὰ Πεισικλέους τῶν Ζήνωνος ἱματίων γραφή.