Ancient Greek
P.Cair. Zen. 1 59096
Documentary Papyri, P.Cair. Zen. 1 59096
Not analysed yet
Ζωίλος Ζήνωνι χαίρειν. εἰ Ἀπολλώνιός τε ἔρρωται καὶ σὺ καὶ οὓς βούλει, γίνεται ὡς ἡμεῖς ἂν βουλοίμεθα· ἱκανῶς δὲ καὶ αὐτοὶ εἴχομεν. καὶ καλῶς ἂν ποιήσαις γράψας πρὸς ἡμᾶς περὶ Ἀπολλωνίου, εἰ παρʼ ἡμῖν ἄγει τὴν ἑορτήν, ὅπως τὰ πρὸς τὴν παρουσίαν αὐτοῦ παρασκευασώμεθα καὶ μὴ ἐξαίφνης ἀπαράσκευοι καταληφθῶμεν. ἔρρωσο. ἔτους κθ, Μεσορὴ β. . ἔτους κθ, Γορπιαίου ιϛ. Ζωίλου, εἰ Ἀπολλώνιος παρʼ αὐτῶι ἄξει τὰ Ἀρσινόεια. Ζήνωνι.