Ancient Greek
P.Cair. Zen. 1 59101
Documentary Papyri, P.Cair. Zen. 1 59101
Not analysed yet
Μελάνιππος Ζήνωνι χαίρειν. Δημήτριος ὁ ἀποδιδοὺς τὴν ἐπιστολὴν ἀπεσταλ… πρὸς Ἀπολλώνιον τὸν διοικητήν. καλῶς ἂν οὖν ποιήσαις, καθὸ ἄν σου χρείαν ἔχηι, παραδ…νισ… καὶ φανερὸν αὐτῶι ποιήσας ὅτι γεγράφαμέν σοι περὶ αὐτοῦ. ἔστιν γάρ τι ἡμῖν καὶ πρὸς τὴν πόλιν καὶ πρὸς αὐτὸν τὸν ἄνθρωπον χρήσιμον τὸν διοικηθέντα ἀπελθεῖν. ἔρρωσο. ἔτους κθ, Μεσορὴ κδ. ἔτους κθ, Γορπιαίου κθ. Μελάνιππος ἵνα σπεύσηι περὶ Πτολεμαίου …κε… …αὐτοῦ Ζήνωνι.