Ancient Greek
P.Cair. Zen. 1 59110
Documentary Papyri, P.Cair. Zen. 1 59110
Not analysed yet
Ἀμύντας Ζήνωνι χαίρειν. πυνθάνομαι Πάτρωνα τὸν ἐπὶ τοῦ κέλητος σκήψεις φέρειν, ὅταν βραδέως παραγένηται, ὅτι ἡμεῖς αὐτὸν κατέχομεν οὐ διδόντες ἐπιστολάς. Ἀπολλωνίωι μὲν οὖν οὐκ ἐδοκιμάζομεν γράψαι διὰ τὸ μὴ σαφῶς εἰδέναι ειιοηκε… …ο… κ… μηθενὶ γράψας ὅτι τ… πτα ἡμῖν οὐδʼ ἔγνωκε παραγενόμενος. ἀπεστάλκαμεν δέ σοι καὶ τὴν γραφὴν ὧν …πεπόμφαμεν Ἀπολλωνίωι· κυβίων κεράμια β, ἰσχάδων Ῥοδίων κεράμια ε, Καυνίων κεράμια ε, τυροὺς Κυθνίους τῶν μεγάλων β, Ῥηναίους κ, καὶ παρʼ ἡμῶν χλαμύδα χειμερινήν, οἴνου παλαιοῦ ἡδέος Χῖα β. ἔρρωσο. ἔτους κθ, Δίου α. ἔτους κθ, Δίου ζ. παρʼ Ἀμύντου …οἴνου …ὅτι ἀπέσταλκε κυβίων κεράμια β, ἰσχάδων Ῥοδιακῶν κεράμια ε, Καυνίων κεράμια ε, τυροὺς Κυθνίους β, Ῥηναίους κ, χλαμύδα χειμερινήν. Ζήνωνι.