Ancient Greek
P.Cair. Zen. 1 59124
Documentary Papyri, P.Cair. Zen. 1 59124
Not analysed yet
Πανακέστωρ Ζήνωνι χαίρειν. ἐκομισάμην τὴν παρὰ σοῦ ἐπιστολὴν τοῦ Χοίαχ κδ. γίνωσκε μὲν οὖν κεκομικότα ἡμῖν Ἰάσονα χαλκοῦ δραχμὰς Α. ἔγραψας δὲ …σι σε ὡς ἂν …ι…ι δοῦναι τὸ ὀψώνιον. γεγράφαμεν οὖν …καὶ τὰ σύμβολά σοι ἀπέσταλκα. σπούδασον οὖν τῆς τριμήνου ἀποστεῖλαι, πλοῖον δοὺς αὐτῶι ὅπως οἰνάριον ἡμῖν ἀγάγηι· σπάνις γὰρ γίνεται. καλῶς δὲ ποιήσεις καὶ αὐτὸς παραγενόμενος ὡς ἂν εὐκαιρῆις …καὶ φροντίσας ἵνα τὰ ἔργα συντελῆται. …δʼ ἤδη καὶ κριθῶν ἀρτάβας Γχ καὶ τὴν λοιπὴν δὲ κατάγομεν. ἀπόστειλον δὲ χάρτας· ἐγλέλοιπε γὰρ ἡμᾶς. ἔρρωσο. ἔτους κθ, Χοίαχ κε. ἔτους κθ, Αὐδναίου κθ. Πανακέστωρ ὅτι κεκόμισται παρὰ Ἰάσονος χαλκοῦ δραχμὰς Α.