Ancient Greek
P.Cair. Zen. 2 59140
Documentary Papyri, P.Cair. Zen. 2 59140
Not analysed yet
Ἀλέξανδρος Ζήνωνι χαίρειν, ἔγραψάς μοι περὶ Κριτίου ὅτι ἐνεκάλει Χαριδήμωι. μεταπεμψάμενος οὖν Χαρίδημον, ἐρωτώμενος ἔφασεν τούτων μηθὲν εἶναι, ἀλλʼ εἴ τι Κριτίας ἐνκαλεῖ, ἕτοιμός εἰμι αὐτῶι διακριθῆναι. γνώριζε οὖν Κριτίαν γράφοντά σοι ψευδῆ, ὃς καὶ τῶν παρὰ σοῦ στρατιωτῶν οὐ πέφεισται, ἀλλὰ καὶ κατὰ τούτων καταγέγραφέν σοι. ἔρρωσο. ἔτους λ, Παρμοῦθι γ. εἰς Φιλαδέλφειαν. Ζήνωνι.