Ancient Greek
P.Cair. Zen. 2 59152
Documentary Papyri, P.Cair. Zen. 2 59152
Not analysed yet
Χάρμος Ζήνωνι χαίρειν. κομισάμενοι παρὰ Ζωπυρίωνος τὰ ἀρσενικὰ ἱερεῖα δεδώκαμεν τῶι ὑοφορβῶι ἀποκαταστῆσαι πρὸς σέ, τὴν δὲ τοκάδα οὐ βούλεται ἀποδοῦναι λέγων κακῶς αὐτὴν διακεῖσθαι. γράψον οὖν αὐτῶι τήν τε θήλειαν ἀποδοῦναι ἡμεῖν καὶ τοὺς χοίρους. οὐθὲν γὰρ κακὸν ἔχει ἡ ὗς, ἀλλʼ ἀβουλεῖ αὐτὴν ἀποποιήσασθαι ἔτους λ, …λ. ἔτους λ, Μεσορὴ κε. Χάρμος. Ζήνωνι.