Ancient Greek
59176.r.304 to 59176.v.358
Documentary Papyri, P.Cair. Zen. 2 59176.r.304-59176.v.358
Not analysed yet
χαλκοῦ δραχμαὶ ια τετρώβολον κδ ἐκ λόγου ἀργυρίου δραχμαὶ η χαλκοῦ δραχμαὶ ια τετρώβολον παρὰ τῶν μεταβόλων σικύου δραχμαὶ β γίνονται ἀργυρίου δραχμαὶ η χαλκοῦ δραχμαὶ ιγ τετρώβολον τούτων ἐργάταις δ τοῖς ὑπηρετοῦσι τοῖς λαξοῖς ἐργαζομένοις τὴν γέφυραν τετρώβολον Παμμένηι ὀνηλάτηι πλινθηγοῦντι ἡμερῶν β διώβολον ἐργάτηι τῶι ἀχυρηγοῦντι τοῖς πλινθουλκοῖς ἡμιωβέλιον τέταρτον γίνεται δραχμὴ α ἡμιωβέλιον τέταρτον λοιπαὶ ἀργυρίου δραχμαὶ η χαλκοῦ δραχμαὶ ιβ ὀβολοὶ 3 1/4 κε ἐκ λόγου ἀργυρίου δραχμαὶ η χαλκοῦ δραχμαὶ ιβ ὀβολοὶ 3 1/4 παρʼ Ἁρνούφιος ὑφάντου ἐρεῶν τῶν εἰς τὸν Μεχὶρ καὶ Φαμενὼθ ἱστείων δύο δραχμὴ α καὶ παρὰ Στοτοήτιος ὡσαύτως δραχμαὶ β παρὰ τῶν μεταβόλων ἀπὸ σικύου δραχμαὶ β κϛ παρὰ τῶν μεταβόλων ἀπὸ σικύου δραχμαὶ β κζ παρὰ τῶν μεταβόλων ἀπὸ σικύου δραχμαὶ β παρʼ Ἀρχενίκου εἰς τὸ ἐνοίκιον δραχμὴ α κη παρὰ τῶν μεταβόλων ἀπὸ σικύου δραχμαὶ β γίνονται δραχμαὶ κδ ὀβολοὶ 3 1/4 ἀργυρίου δραχμαὶ η τούτων Τιμάρχωι τῶι παραγενομένωι ἐξ Ἀλεξανδρείας ἐπὶ τοὺς λίθους ἀπὸ ιθ ἕως κϛ ἡμερῶν η τῆς ἡμέρας ὀβολὸς γίνονται δραχμὴ α ὀβολοὶ 2 Δημητρίωι Σωστράτωι Ἀνδρονίκωι τοῖς ἐργαζομένοις πρὸς τῶι θεμελίωι τῆς γεφύρας εἰς τὸ γινόμενον αὐτοῖς ὀψώνιον εἰς τὸν Παχὼνς δραχμαὶ γ Παμμένει τῶι παρὰ Κρότου ὀνηλάτηι σιτηγοῦντι ἡμερῶν δ ἕως κη τετρώβολον γίνονται δραχμαὶ ε λοιπαὶ δραχμαὶ ιθ ὀβολοὶ 3 1/4 ἀργυρίου δραχμαὶ η κθ ἐκ λόγου ἀργυρίου δραχμαὶ η χαλκοῦ δραχμαὶ ιθ ὀβολοὶ 3 1/4 παρὰ τῶν μεταβόλων ἀπὸ σικύου δραχμαὶ β παρὰ τῶν αὐτῶν δραχμαὶ β γίνονται δραχμαὶ κγ ὀβολοὶ 3 1/4 ἀργυρίου δραχμαὶ η τούτων λ Ἀμύνται καὶ Ὥρωι ἁμαξηλάταις τοῖς παραγενομένοις παρὰ Πτολεμαίου ἐξ Ἀκάνθων πόλεως ὀψώνιον εἰς τὸν Παχὼνς ἡμερῶν β… ἐφημερίδες ἔτους λα