Ancient Greek
P.Cair. Zen. 2 59184
Documentary Papyri, P.Cair. Zen. 2 59184
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. τὰ φυτὰ τῶν ἐλαῶν λαβὲ ἔκ τε τοῦ παραδείσου τοῦ ἡμετέρου καὶ ἐκ τῶν κήπων τῶν ἐν Μέμφει μὴ ἐλάσσω τῶν Γ, πρότερον δὲ ἢ τρυγηθῆναι, τὴν ἐλάαν κατασημαίνου ἧς ἂν μέλληις λαβεῖν, καὶ μάλιστα τὴν ἀγριέλαιον καὶ τὴν δαφνίδα· ἡ γὰρ Αἰγυπτία οὐκ ἐπιτηδεία ἐστὶν εἰς ἐλαιῶνας, ἀλλὰ εἰς παραδείσους. ἔρρωσο. ἔτους λα …ἔτους λα, Λωίου κη, Μεσορὴ ιη. Ἀπολλώνιος μοσχευματων Γ. Ζήνωνι.