Ancient Greek
P.Cair. Zen. 2 59186
Documentary Papyri, P.Cair. Zen. 2 59186
Not analysed yet
Ὀννῶφρις Ζήνωνι χαίρειν. ἐκομισάμην τὴν παρὰ σοῦ ἐπιστολὴν καὶ κατέβην μετὰ Εὐτυχίδου ἐπὶ τὴν θήραν καὶ οὐκ ἠδυνάσθημεν πλέω ἀποστεῖλαι ἀλλʼ ἢ κερκήρεις λ καὶ μείζονας κ, ἐπιμελὲς δὲ μοι ἔσται τοῦ ἑκάστης ἡμέρας ἀποστέλλειν τὰ προσπίπτοντα. τὴν δὲ ἐπιστολὴν ἣν ἔγραψας Ἀμμωνίωι ἠπείθηκεν αὐτῆς. ἔρρωσο. κϛ. ἔτους λα, Μεσορὴ κζ. Ὀννῶφρις. Ζήνωνι.