Ancient Greek
P.Cair. Zen. 2 59203
Documentary Papyri, P.Cair. Zen. 2 59203
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ἀπέσταλκά σοι τὰ ἀντίγραφα τῆς ἐπιστολῆς τῆς πρὸς τοῦς ἐν Ἡφαιστιάδι λαοὺς παρʼ ἡμῶν γεγραμμένης σήμερον, ὅπως ἅμα τῆι ἡμέραι συναντήσωσιν εἰς Φιλαδέλφειαν καὶ μὴ ἐπέχηται ὁ Πέτων. ἔρρωσο. ἔτους λα, Δύστρου κγ, Φαμενὼθ λ. Ἀπολλώνιος τοῖς ἐν Ἡφαιστιάδι λαοῖς χαίρειν. αὐτοὶ μὲν διὰ τὸ ἄσχολοι εἶναι οὐκ ἠδυνάμεθα διακοῦσαι ὑμῶν, Πέτωνα δὲ τῶν χρηματιστῶν ἀπεστάλκαμεν. συναντήσατε οὖν αὐτῶι ἅμα τῆι ἡμέραι εἰς Φιλαδέλφειαν, ὅπως διακούσηι ὑμῶν τε καὶ Σωπάτρου τοῦ παρὰ Δάμιδος καί, ἐάνπερ φαίνηται τῶν κατηγορημένων τι συντετελεσμένος, τύχηι τῆς προσηκούσης τιμωρίας ἔρρωσθε. ἔτους λβ, Φαρμοῦθι α. περὶ τῶν ἐν Ἡφαιστιάδι λαῶν …Ζήνωνι. ἀντίγραφα τῆς πρὸς τοῦς ἐν Ἡφαιστιάδι λαούς.