Ancient Greek
P.Cair. Zen. 2 59213
Documentary Papyri, P.Cair. Zen. 2 59213
Not analysed yet
Πτολεμαῖος Ζήνωνι χαίρειν. ἀκούομεν τὸν παῖδα τὸν παρʼ ἡμῶν ἀποδόσθαι τὸν ἵππον ἀνθρώπωι τινὶ καὶ εἶναι παρὰ τοῖς ἱπ… καλῶς οὖν ποιήσεις τὴν πᾶσαν σπουδὴν ποιησάμενος ὅπως παραδοθῆι ὁ ἵππος τῶι κομίζοντί σοι τὴν ἐπιστολήν. ἔρρωσο. ἔτους λβ, Ἀρτεμισίου ιζ. ἔτους λβ, Παχὼν κϛ. Πτολεμαῖος. Ζήνωνι.