Ancient Greek
P.Cair. Zen. 2 59215
Documentary Papyri, P.Cair. Zen. 2 59215
Not analysed yet
Διοσκουρίδης Ζήνωνι χαίρειν. παρεγενήθη ἡμῖν Τρακούνδας ἄγων ζεύγη ιβ, τούτων ταυρικὰ ζ, θήλεια ε, καὶ ὄνους νωτοφόρους, ἐν οἷς τούτων ἐνῆν ἀχρεῖα ζεύγη δ, ἄρσενες μέλανες β, κολοβὸς ἄρσην μέλας α, πυρραὶ θήλεια γ, τούτων γραῦς β, ἄλλος πυρρὸς γέρων, ἄλλη θήλεια μέλαινα γραῦς, τούτων ζεύγη δ. τούτοις οὖν οὐ δυνησόμεθα εἰς τὸν σπόρον χρήσασθαι, ἀλλʼ ἀναγκασθησόμεθα ἀχρεῖα ὄντα αὐτὰ τρέφειν. ἔρρωσο. ἔτους λβ, Ἐφεὶπ κδ. Διοσκουρίδης. Ζήνωνι.