Ancient Greek
P.Cair. Zen. 2 59217
Documentary Papyri, P.Cair. Zen. 2 59217
Not analysed yet
Πλάτων Ζήνωνι χαίρειν. εἰ αὐτός τε ἔρρωσαι καὶ τὰ ἄλλα περὶ σὲ κατὰ γνώμην ἐστίν, ἔχοι ἂν εὖ· καὶ ἐγὼ δὲ ὑγίαινον. ἐπειδὴ συμβέβηκεν ἡμῖν ἐν Ἀλεξανδρείαι προσδιατρίβειν τινὰ χρόνον, βουλόμεθα τὸ σιτάριον ἡμῶν καταγαγόντες εἰς Μέμφιν διαθέσθαι. χαρίζοιʼ ἂν οὖν ἡμῖν τό τε πλοιάριον χρήσας τὸ …ια καὶ περὶ τῶν ἄλλων φροντίσας ὅπως ὅτι λυσιτελέστατα διοικηθῆι. σὺ δὲ καί τινι ἔντειλαι τῶν παρὰ σαυτοῦ συνεπιμεληθῆναι ὅπως ἱερεῖον ἡμῖν εἰς τὴν ἑορτὴν ληφθῆι. ἔρρωσο. ἔτους λβ, Μεσορεὶ ι. Πλάτων. Ζήνωνι.