Ancient Greek
P.Cair. Zen. 2 59237
Documentary Papyri, P.Cair. Zen. 2 59237
Not analysed yet
Διονυσόδωρος Ζήνωνι χαίρειν. καλῶς ἂν ποιήσαις ἀγοράσας μοι μέλιτος μετρητὴν α, καθάπερ καὶ Νίκωνι ἀγοράζεις, καὶ ὡς ἂν τούτωι ἀποστείληις καὶ ἐμοὶ τοῦτο ποιήσας. καὶ τὴν τιμὴν ὧι δεῖ ἀποδοῦναι γράψον μοι. ἔρρωσο. ἔτους λβ, Φαρμοῦθι ϛ. ἔτους λγ, Φαρμοῦθι ια Διονυσόδωρος περὶ μέλιτος. Ζήνωνι.