Ancient Greek
P.Cair. Zen. 2 59241
Documentary Papyri, P.Cair. Zen. 2 59241
Not analysed yet
Ζήνων Κρότωι χαίρειν. ὡς ἂν τάχιστα λάβηις τὴν ἐπιστολήν, λαβὲ παρὰ Πάσιτος τοῦ Ἰουδαίου ἐρίων μνᾶς κε καὶ ἀπέγδος Ἀρτεμιδώρωι ἵνα κατασκευάσηι στρωμάτιον, ὥστε τῶι μήκει ἐπὶ δίεδρον ἢ μικρῶι μεῖζον, διπρόσωπον· χρεία γὰρ αὐτοῦ ἐστιν ὥστε Πισικλεῖ· καὶ ὡς ἂν τάχιστα γένηται, ἀπόστειλον εἰς Μέμφιν πρὸς Ἀρτεμίδωρον, καὶ πειράθητι ὅπως ἐν ἡμέραις ιε γένηται. γεγράφαμεν δὲ καὶ Πάσι δοῦναί σοι τὰ ἔρια. ἔρρωσο. ἔτους λγ, Ἐπεὶφ κη. Κρότωι.