Ancient Greek
P.Cair. Zen. 2 59247
Documentary Papyri, P.Cair. Zen. 2 59247
Not analysed yet
Φιλίσκος Ζήνωνι χαίρειν. μέλλοντί μοι παραγίνεσθαι πρὸς ὑμᾶς ἦλθεν ἐπιστολὴ συναντῆσαι εἰς Πτολεμαίδα Ἀρίστωνι τῶι παρὰ τοῦ βασιλέως ἀναπεπλευκότι ἐπὶ θέαν τοῦ νομοῦ· παρέσομαι δὲ πρὸς ὑμᾶς, ὡς ὑποτίθεμαι, τῆι ιζ. καλῶς οὖν ποιήσεις ἀξιώσας Ἡδύλον παραγενέσθαι εἰς Κροκοδίλων πόλιν ἵνα τὴν ἀπέγδοσιν ποιησάμενοι ἐπικηρύξωμεν ἐν Φιλαδελφείαι. γράψον δέ μοι καὶ περὶ τῶν ἐκ τοῦ Ἡρακλεοπολίτου σκαφείων εἰ κεκόμισαι αὐτά. ἔρρωσο. ἔτους λγ, Τῦβι η. ἔτους λγ, Τῦβι ι. Φιλίσκος ἀποστεῖλαι Ἡδύλον εἰς Κροκοδίλων πόλιν. Ζήνωνι. …ιουργίου