Ancient Greek
P.Cair. Zen. 2 59254
Documentary Papyri, P.Cair. Zen. 2 59254
Not analysed yet
Φανίας Ζήνωνι χαίρειν. τοὺς κεκληρουχημένους ἐν τῶι Ἀρσινοίτηι νομῶι νεανίσκους διέγνωκα πάντας ἀριθμήσω καὶ ὁρκιῶ ἐν Φιλαδελφείαι. καλῶς οὖν ποιήσεις καταλυμάτιόν μοι ἑτοιμάσας· τῶι γὰρ σωματίωι ἐτύγχανον ἀσθενῶς διακείμενος, ἅμα δὲ καί σε ἰδεῖν βούλομαι ὅσον ἐπιδέχεται χρόνον. ἔρρωσο. ἔτους λδ, Παχὼνς κβ. Φανίας περὶ τῆς παρουσίας τῆς αὑτοῦ εἰς Φιλαδέλφειαν. Ζήνωνι.